Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.7 Joseph. AJ 16.13 (English) >>Joseph. AJ 16.17

16.11ἐν μέντοι τῷ τότε πάσης ὑποψίας καὶ διαβολῆς μείζονι χρώμενος βασιλεὺς τῇ τοῦ γεγεννηκέναι φιλοστοργίᾳ καὶ τιμῆς ἧς ἔδει μετεδίδου καὶ γυναῖκας ἐν ἡλικίᾳ γεγονόσιν ἐζεύγνυεν, Ἀριστοβούλῳ μὲν τὴν Σαλώμης θυγατέρα Βερενίκην, Ἀλεξάνδρῳ δὲ τὴν Ἀρχελάου τοῦ Καππαδόκων βασιλέως Γλαφύραν. 16.12

Ταῦτα διοικήσας, ἐπειδὴ καὶ Μᾶρκον Ἀγρίππαν ἐπύθετο καταπεπλευκέναι πάλιν ἐκ τῆς Ἰταλίας εἰς τὴν Ἀσίαν, ἐπειχθεὶς πρὸς αὐτὸν ἠξίωσεν εἴς τε τὴν βασιλείαν αὐτοῦ παρελθεῖν καὶ τυχεῖν ὧν ἔδει παρὰ ἀνδρὸς ξένου καὶ φίλου. 16.13κἀκεῖνος μὲν εἴξας λιπαρῶς ἐγκειμένου ἧκεν εἰς τὴν Ἰουδαίαν, Ἡρώδης δὲ οὐδὲν ἀρεσκείας ἀπέλιπεν ἔν τε ταῖς νεοκτίστοις πόλεσιν ὑποδεχόμενος αὐτὸν καὶ μετὰ τοῦ τὰς κατασκευὰς ἐπιδεικνύναι πᾶσαν ἀπόλαυσιν διαίτης καὶ πολυτελείας ἐξαλλάττων αὐτῷ καὶ τοῖς φίλοις ἔν τε τῇ Σεβαστῇ καὶ Καισαρείᾳ περὶ τὸν λιμένα τὸν ὑπʼ αὐτοῦ κατεσκευασμένον κἀν τοῖς ἐρύμασιν, πολλαῖς δαπάναις ἐξῳκοδόμησεν, τό τε Ἀλεξάνδρειον καὶ Ἡρώδειον καὶ τὴν Ὑρκανίαν. 16.14ἦγεν δὲ καὶ εἰς τὴν πόλιν τῶν Ἱεροσολυμιτῶν ὑπαντῶντός τε τοῦ δήμου παντὸς ἐν ἑορτώδει στολῇ καὶ δεχομένου τὸν ἄνδρα σὺν εὐφημίαις. Ἀγρίππας δὲ τῷ θεῷ μὲν ἑκατόμβην κατέθυσεν, ἑστιᾷ δὲ τὸν δῆμον οὐδενὸς τῶν μεγίστων πλήθει λειπόμενον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.7 Joseph. AJ 16.13 (English) >>Joseph. AJ 16.17

Powered by PhiloLogic